TLG 1197 001 :: ARTEMON :: Fragmenta ARTEMON Gramm., fiq Artemon Pergamenus Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1853: 342–343. frr. 9–14 Citation: Fragment — (line) | ||
t9 | ΠΕΡΙ ΣΥΝΑΓΩΓΗΣ ΒΙΒΛΙΩΝ. | |
9 | Athenaeus XII: Ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς, ἢ ὁ εἰς αὐτὸν τὰς ἀναφερομένας ἱστορίας συγγεγραφὼς, Διονύσιος ὁ Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ Περὶ συναγωγῆς βιβλίων, | |
5 | ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ, ὡς παλαιοτέρου ὄντος, καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δε‐ δωκότος. | |
---|---|---|
t10 | ΠΕΡΙ ΒΙΒΛΙΩΝ ΧΡΗΣΕΩΣ. E LIBRO SECUNDO. | |
10 | Idem XV: Ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασανδρεὺς ἐν δευτέρῳ Βιβλίων χρήσεως, ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾄδειν νόμος ἦν, τὸ | |
5 | δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ’ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες· διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον | |
10 | τὸ μήθ’ ἅμα μήθ’ ἑξῆς γινόμενον, ἀλλ’ ὅπου ἔτυχεν εἶναι, σκόλιον ἐκλήθη. Τὸ δὲ τοιοῦτον ᾔδετο, ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοιεν· τηνικαῦτα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προσφέρειν. Καλὴν δὲ ταύτην ἐνόμιζον τὴν πα‐ | |
15 | ραίνεσίν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην τε εἰς τὸν βίον. | |
t11-12 | ΠΕΡΙ ΤΟΥ ΔΙΟΝΥΣΙΑΚΟΥ ΣΥΣΤΗΜΑΤΟΣ. E LIBRO PRIMO. | |
11 | Idem XIV: Ἀρτέμων δ’ ἐν τῷ πρώτῳ Περὶ Διονυσιακοῦ συστήματος Τιμόθεόν φησι τὸν Μι‐ λήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστή‐ ματι χρήσασθαι τῇ μαγάδι· διὸ καὶ παρὰ τοῖς Λάκωσιν | |
5 | εὐθυνόμενον, ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικὴν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ’ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον, πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα, καὶ ἀφεθῆναι | |
12 | Idem XIV: Καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου (ὄργανον δὲ καὶ τοῦτο μουσικόν) ὁ προει‐ ρημένος Ἀρτέμων γράφει οὕτως· «Ὅθεν πολλὰ τῶν | |
ὀργάνων οὐδ’ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ | 342 | |
5 | ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. Ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν ἢ δι’ ἣν δή ποτ’ οὖν αἰτίαν συν‐ τόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. Ἦν δὲ πα‐ ραπλήσιος μὲν Δελφικῷ τρίποδι, καὶ τοὔνομ’ ἐντεῦθεν | |
10 | ἔσχε, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο. Τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, κα‐ θάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται θέ‐ σεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν | |
15 | καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἐνίων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν, καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. Διένειμε δ’ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε Δωριστὶ καὶ Λυ‐ | |
20 | διστὶ καὶ Φρυγιστί. Καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου, περὶ ταὐτὸν συμμέτρως ἔχοντα τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολὴν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ’ ὁποίαν ἂν πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν, μετέστρεφε τῷ ποδὶ τὴν | |
25 | βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο, καὶ πάλιν ἑτέραν. Οὕτω δ’ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυομένη, καὶ τὴν χειροθε‐ σίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν, ὥστ’, εἴ τις μὴ | |
30 | ξυνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρί‐ νοι, νομίζειν τριῶν κιθαριστῶν ἀκούειν διαφόρως ἡρμο‐ σμένων. Καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.» | |
t13 | ΠΕΡΙ ΖΩΓΡΑΦΩΝ. | |
13 | Harpocratio v. Πολύγνωτος: Περὶ Πολυγνώτου τοῦ Ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθη‐ τοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας, ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς | |
5 | ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγρά‐ φων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς. | |
14 | Demetrius De elocut. 223: Ἀρτέμων μὲν οὖν, ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολὰς, φησὶν ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι | |
γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου. | 343 |